Traduce el texto. Analiza sintácticamente las oraciones en negrita. Conjuga en imperfecto activo y pasivo los verbos manteniendo número y persona.
Nacimiento e infancia
Zeus, enamorado de Alcmena, la reina de Tebas, decide seducirla. Después de tomar la figura de su esposo Anfitrión, triplica la duración de la noche en la que el rey regresaba de una lejana guerra.
ὁ Ζεὺς διὰ ἀπάτης συνοικεῖ τῇ Ἀλκμήνῃ πᾶσαν τὴν νύκτα καὶ τὸν Ἡρακλέα φύουσιν. ὁ οὖν Ζεύς τε καὶ ἡ Ἀλκμήνη τοῦ Ἡρακλέους γεννηταί εἰσιν. ὅτε ἡ Ἀλκμήνη τὸν Ἡρακλέα τίκτει, διὰ τὸν τῆς Ἥρας φόβον τὸ τέκνον λείπει· ἀλλὰ δὴ ἡ Ἀϑηνᾶ τὸ παιδίον ϑαυμάζει καὶ τῇ Ἀλκμήνῃ πάλιν φέρει. ἡ οὖν Ἥρα φϑόνον τῆς Ἀλκμήνης ἔχει καὶ δύο δράκοντας ἐπὶ τὸ παιδίον πέμπει, ἀλλὰ τὸ παιδίον φόβον οὐκ ἔχει· τοὺς δράκοντας λαμβάνει καὶ ἀποπνίγει. ὅτε οἱ Ἀργεῖοι τὴν νίκην γιγνώσκουσι, τὸ παιδίον Ἡρακλέα ὀνομάζουσιν· κλέος γὰρ διὰ Ἥραν ἔχει.
Lo extraordinario se manifiesta en Heracles desde muy pequeño. Sus cualidades innatas son
educadas por los mejores maestros.
ἔπειτα δὲ ὁ Ἡρακλῆς τῶν ἀρίστων διδασκάλων μαϑητής ἐστιν· καλὸς μὲν γυμναστὴς διὰ τὸν Αὐτόλυκον, ἔνδοξος δὲ πολεμιστὴς διότι ὁ Κάστωρ διδάσκει, δεινὸς δὲ τοξότης διὰ τὸν Εὔρυτον, ἀγαϑὸς δὲ κιϑαρῳδὸς διότι ὁ Λίνος παιδεύει.
ὅτε ὁ Ἡρακλῆς ἔτι νεανίας ἐστί, αἱ Θῆβαι φόρους τῷ Ἐργίνῳ τελοῦσιν. ὁ οὖν Ἡρακλῆς τοὺς Θηβαίους ἡλικιώτας πείϑει καὶ τὰ ὅπλα λαμβάνουσιν ἐπὶ τὸν τῶν Μινυῶν τύραννον ἡμέρας πολεμοῦσί τε καὶ τοῖς ὅπλοις νικοῦσιν. οὕτως αἱ Θῆβαι διὰ τὸν Ἡρακλέα ἐλευϑερίαν πάλιν ἔχουσιν.τέλος δὲ ὁ Εὐρυσϑεὺς κατὰ τὴν τῶν ϑεῶν βουλὴν δώδεκα ἄϑλους τῷ Ἡρακλεῖ παραγγέλλει.
Nota: El sintagma πᾶσαν τὴννύκτα expresa una idea temporal, “durante toda la noche”; también lo hace el genitivo ἡμέρας, “de día”.
No hay comentarios:
Publicar un comentario