lunes, 14 de diciembre de 2015

GRIEGO II TESEO

Teseo, con la ayuda de Ariadna, no sólo dará muerte al Minotauro sino que también acabará con la
fuerza naval de Minos al incendiar toda la flota cretense. Sin embargo, Teseo no cumplió la promesa
exigida por la enamorada princesa.

τὸ δὲ λίνον ἐξάψας ἐκ τῆς ϑύρας, ὁ Θησεὺς ἐφελκόμενος εἰσῆλϑεν.
εὑρὼν δὲ τὸν Μινώταυρον ἐν τῷ λαβυρίνϑῳ, παίων πυγμαῖς ἐφόνευσε
καὶ ἐφελκόμενος πάλιν τὸ λίνον ἐξῆλϑεν. ὕστερον δὲ, κρύφα τοῦ
Μίνωος, ὁ Θησεὺς μετὰ τῆς Ἀριάδνης διὰ νυκτὸς ἐκ Κρήτης ἔφυγεν.
ἀναπαυομένων δὲ ἐν Νάξῳ αὐτῶν, ὁ Διόνυσος τὴν γυναῖκα ἥρπασε καὶ
εἰς Λῆμνον ἤνεγκεν.
ὁ μὲν Θησεὺς καταπλέων ἐπελάϑετο μεταβαλεῖν τὸ ἱστίον, ὁ δὲ Αἰγεὺς,
ἀπὸ τῆς ἀκροπόλεως τὴν ναῦν ἔχουσαν μέλαν ἱστίον ἰδὼν, νενόμικεν
ὅτι ὁ νεανίας τέϑνηκεν. ο οὖν Αἰγεὺς εἰς τὴν ϑάλατταν ἑαυτὸν ῥίπτει
καὶ ἀποϑνῄσκει.

No hay comentarios:

Publicar un comentario