TESEO Y EL MINOTAURO
[8] ὡς δὲ
ἧκεν εἰς Κρήτην, Ἀριάδνη θυγάτηρ Μίνωος
ἐρωτικῶς διατεθεῖσα πρὸς αὐτὸν
συμπράσσειν ἐπαγγέλλεται, ἐὰν ὁμολογήσῃ
γυναῖκα αὐτὴν ἕξειν ἀπαγαγὼν εἰς
Ἀθήνας. ὁμολογήσαντος δὲ σὺν ὅρκοις
Θησέως δεῖται Δαιδάλου μηνῦσαι τοῦ
λαβυρίνθου τὴν ἔξοδον. [9] ὑποθεμένου
δὲ ἐκείνου, λίνον εἰσιόντι Θησεῖ
δίδωσι· τοῦτο ἐξάψας Θησεὺς τῆς θύρας
ἐφελκόμενος εἰσῄει. καταλαβὼν δὲ
Μινώταυρονἐν ἐσχάτῳ μέρει τοῦ
λαβυρίνθου παίων πυγμαῖς ἀπέκτεινεν,
ἐφελκόμενος δὲ τὸ λίνον πάλιν ἐξῄει.
καὶ διὰ νυκτὸς μετὰ Ἀριάδνης καὶ τῶν
παίδων εἰς Νάξον ἀφικνεῖται. ἔνθα
Διόνυσος ἐρασθεὶς Ἀριάδνης ἥρπασε,
καὶ κομίσας εἰς Λῆμνον ἐμίγη...
λυπούμενος δὲ Θησεὺς ἐπ᾽ Ἀριάδνῃ
καταπλέων ἐπελάθετο πετάσαι τὴν ναῦν
λευκοῖς ἱστίοις. Αἰγεὺς δὲ ἀπὸ τῆς
ἀκροπόλεως τὴν ναῦν ἰδὼν ἔχουσαν
μέλαν ἱστίον, Θησέα νομίσας ἀπολωλέναι
ῥίψας ἑαυτὸν μετήλλαξε.
APOLODORO,
EPITOME (I, 8-10)
Notas
a Ἀππολόδωρος
Ἐπιτομή
(A, 8-10)
διατεθεῖσα: participio
de aoristo pasivo, nominativo singular femenino de διατίθημι
. ὑποθεμένου: participio
de aoristo medio, genitivo singular masculino de
ὑποτίθημι. πετάσαι: infinitivo
de aoristo activo de πετάννυμι. ἀπολωλέναι:infinitivo
de perfecto activo de ἀπόλλυμι.
No hay comentarios:
Publicar un comentario